第50章 北风和太阳
北风和太阳争比威力。他们商定,谁能剥去行路人的衣服,谁就获得胜利。北风开始猛烈地刮,行路人抵挡着,把衣服裹紧。后来行路人冷得更厉害,便穿上了更多的衣服,直到北风刮累了,让位给太阳。太阳首先温和地照耀。待行路人脱掉了过多地添加的衣服后,太阳便照耀得猛烈一些,直到行路人热得难受,脱掉了衣服,跳进河里去洗澡。
这则故事是说,往往说服比强制更有效。
46. Βορέας καὶ Ἥλιος
Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον· ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι,ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἐκδύσῃ. καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος μᾶλλον ἐπέκειτο. ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν,ἕως ἀποκαμὼν<ὁ Βορέας> τῷ Ἡλίῳ μεταπαρέδωκε. κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου σφοδρότερον τὸ καῦμα ἐπέτεινε,μέχρις οὗ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος ἀποδυσάμενος ποταμοῦ παραῤῥέοντος ἐπὶ λουτρὸν ἀπῄει.
ὁ λόγος δηλοῖ,ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυστικώτερόν ἐστι.